Τετάρτη 9 Απριλίου 2014

Φωτογραφηση γαμου: Στεφανα γαμου

Ὁ Θεὸς ὁ ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἀνθρωπον, 
καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα, 
καὶ συζεύξας αὐτῷ βοηθὸν κατ᾿ αὐτόν, 
διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, 
μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· 
αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου 
ἐξ ἁγίου κατοικητηρίου σου, 
καὶ ἅρμοσον τὸν δοῦλον σου καὶ τὴν δούλην σου, 
ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. 
Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· 
στεφάνωσον αὐτοὺς εἰς σάρκα μίαν· 
χάρισαι αὐτοῖς καρπὸν κοιλίας, 
εὐτεκνίας ἀπόλαυσιν. 
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία 
καὶ ἡ δύναμις καὶ ἡ δόξα, 
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, 
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.
Ἀμήν.
Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ, 
τὴν δούλην τοῦ Θεοῦ, 
εἰς τὸ ὄνομα τοῦ Πατρός, 
καὶ τοῦ Υἱοῦ, 
καὶ τοῦ Ἁγίου Πνεύματος.
Ἀμήν. 
Στέφεται ἡ δούλη τοῦ Θεοῦ, 
τὸν δοῦλον τοῦ Θεοῦ, 
εἰς τὸ ὄνομα τοῦ Πατρός, 
καὶ τοῦ Υἱοῦ, 
καὶ τοῦ Ἁγίου Πνεύματος.
Ἀμήν.
Κύριε ὁ Θεὸς ἡμῶν, 
δόξῃ καὶ τιμῇ στεφάνωσον αὐτούς...










Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου